
Μάθημα για τό Πάσχα 2
Διαβάζω τοὺς ὓμνους τοῦ Ἁγίου Ρωμανοῦ για τὸ Πάθος τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ
Διαβάζω τοὺς ὓμνους τοῦ Ἁγίου Ρωμανοῦ για τὸ Πάθος τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ
Προοίμιον ΙΙ
Εἰς τὸ Πάθος:
«Τῆς ἒχθρας ἐλύθη τὸ τύραννον,
τῆς Εὒας ἐπαύθη τὸ δάκρυον
διὰ τοῦ πάθους σου, φιλάνθρωπε, Χριστέ Ὁ Θεός,
ἐν αὐτῷ γὰρ ὁ θανὼν ἀνακεκαίνισται,
δι' αὐτοῦ δὲ ὁ ληστὴς εἰσοικίζεται·
μόνος χορεύει ὁ Ἀδάμ».
(Ὑμνος Ἀγίου Ρωμανοῦ τοῦ Μελωδοῦ)
Εἰς τὸ Πάθος:
« Ἒκστηθι φρίττων, ὦ οὐρανέ,
δῦνον εἰς χάος, ὦ γῆ,
μὴ τολμήσεις, ἣλιε, σὸν Δεσπότην
κατιδεῖν ἐπὶ τοῦ ξύλου βουλήσει κρεμάμενον·
ῥαγήτωσαν πέτραι, ἡ γὰρ πέτρα τῆς ζωῆς
νῦν τοῖς ἣλοις τιτρώσκεται·
σχισθήτω τοῦ ναοῦ τὸ καταπέτασμα,
σώματος Δεσποτικοῦ λόγχῃ νυσσομένου
ὑπὸ ἀνόμων·
ἁπλὼς πᾶσα ἠ κτίσις τοῦ Κτίστου τὸ πάθος φρίξῃ, στενάξῃ·
μόνος χορεύει ὁ Ἀδάμ».
(Ὑμνος Ἀγίου Ρωμανοῦ τοῦ Μελωδοῦ)
Οἶκος α΄
Οἶκος β'
Εἰς τὸ Πάθος:
«Εἵλου, Σωτήρ μου, τὰ ἐμά, ἳν' ἐγὼ λάβω τὰ σά·
κατεδέξω τὸ παθεῖν, ἲν' ἐγὼ νῦν τῶν παθῶν καταφρονήσω·
σῷ θανάτῳ ἀνέζησα·
ἐτέθης ἐν τάφῳ καὶ εἰς οἲκησιν ἐμοὶ ἐδωρήσω παράδεισον·
εἰς βάθος κατελθὼν ἐμὲ ἀνύψωσας·
πύλας Ἃιδου καθελὼν πύλας οὐρανίους ἡνέῳξάς μοι·
σαφῶς πάντα ὑπέστης διὰ τὸν πεσόντα·
πάντα ἡνέσχου ἳνα χορεύει ὁ Ἀδάμ».
(Ὑμνος Ἀγίου Ρωμανοῦ τοῦ Μελωδοῦ)
Προηγούμενη ενότητα
Επόμενη ενότητα